Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.42.3 | Hdt. 4.43.5 (English) | >>Hdt. 4.44.3 |
4.43.3 Λιβύην γάρ οἱ ἀνάγκην ἔσεσθαι περιπλώειν , ἐς ὃ ἂν ἀπίκηται περιπλέων αὐτὴν ἐς τὸν Ἀράβιον κόλπον . συγχωρήσαντος δὲ Ξέρξεω ἐπὶ τούτοισι , ὁ Σατάσπης ἀπικόμενος ἐς Αἴγυπτον καὶ λαβὼν νέα τε καὶ ναύτας παρὰ τούτων ἔπλεε ἐπὶ Ἡρακλέας στήλας ·
4.43.4 διεκπλώσας δὲ καὶ κάμψας τὸ ἀκρωτήριον τῆς Λιβύης τῷ οὔνομα Σολόεις ἐστί , ἔπλεε πρὸς μεσαμβρίην · περήσας δὲ θάλασσαν πολλὴν ἐν πολλοῖσι μησί , ἐπείτε τοῦ πλεῦνος αἰεὶ ἔδεε , ἀποστρέψας ὀπίσω ἀπέπλεε ἐς Αἴγυπτον .
4.43.5 ἐκ δὲ ταύτης ἀπικόμενος παρὰ βασιλέα Ξέρξεα ἔλεγε φὰς τὰ προσωτάτω ἀνθρώπους μικροὺς παραπλέειν ἐσθῆτι φοινικηίῃ διαχρεωμένους , οἳ ὅκως σφεῖς καταγοίατο τῇ νηὶ φεύγεσκον πρὸς τὰ ὄρεα λείποντες τὰς πόλιας · αὐτοὶ δὲ ἀδικέειν οὐδὲν ἐσιόντες , βρωτὰ δὲ μοῦνα ἐξ αὐτέων λαμβάνειν .
4.43.6 τοῦ δὲ μὴ περιπλῶσαι Λιβύην παντελέως αἴτιον τόδε ἔλεγε , τὸ πλοῖον τὸ πρόσω οὐ δυνατὸν ἔτι εἶναι προβαίνειν ἀλλʼ ἐνίσχεσθαι . Ξέρξης δὲ οὔ οἱ συγγινώσκων λέγειν ἀληθέα οὐκ ἐπιτελέσαντά τε τὸν προκείμενον ἄεθλον ἀνεσκολόπισε , τὴν ἀρχαίην δίκην ἐπιτιμῶν .
4.43.7 τούτου δὲ τοῦ Σατάσπεος εὐνοῦχος ἀπέδρη ἐς Σάμον , ἐπείτε ἐπύθετο τάχιστα τὸν δεσπότεα τετελευτηκότα , ἔχων χρήματα μεγάλα , τὰ Σάμιος ἀνὴρ κατέσχε , τοῦ ἐπιστάμενος τὸ οὔνομα ἑκὼν ἐπιλήθομαι .
ch. 44
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.42.3 | Hdt. 4.43.5 (English) | >>Hdt. 4.44.3 |